Το εσπέρας της Κυριακής του Πάσχα και περί ώρα 6.00 μ.μ., ο Σεβασμιώτατος Μητροπολίτης Μαντινείας και Κυνουρίας κ.κ. ΑΛΕΞΑΝΔΡΟΣ, τέλεσε την Ακολουθία του Εσπερινού της Αγάπης εις τον Μητροπολιτικό Ιερό Ναό του Αγίου Βασιλείου Τριπόλεως, περιστοιχισμένος από Κληρικούς της Μητροπόλεώς μας και με την παρουσία των Αρχών και των Επισήμων του Τόπου μας καθώς και πολλών Πιστών με τους οποίους και αντάλλαξε Αναστάσιμες ευχές και προσέφερε εις έναν έκαστον Πασχαλινόαυγό ως ευλογία και σύμβολο της Αναστάσεως.
Τὸ Εὐαγγέλιον τοῦ Ἑσπερινοῦ τοῦ Πάσχα
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέμε ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
+ Ιερεύς Ιωάννης Σουρλίγγας
+ Ιερεύς Ιωάννης Σουρλίγγας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου